Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 2.100 | Theoc. Id. 2.125 (English) | >>Theoc. Id. 2.150 |
2.116ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν .
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο , πότνα Σελάνα .
ἦνθον γάρ κεν ἐγώ , ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα ,
ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός ,
2.120μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων ,
κρατὶ δʼ ἔχων λεύκαν , Ἡρακλέος ἱερὸν ἔρνος ,
πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν .
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο , πότνα Σελάνα .
καί μʼ εἰ μέν κʼ ἐδέχεσθε , τάδʼ ἦς φίλα · καὶ γὰρ ἐλαφρὸς
2.125καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι ·
εὗδόν τʼ , εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα ·
εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ ,
πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας .
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο , πότνα Σελάνα .
νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν ,
καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ
2.132ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον
αὔτως ἡμίφλεκτον · Ἔρως δʼ ἄρα καὶ Λιπαραίω
2.134πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει .
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο , πότνα Σελάνα .
σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο
καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν
ἀνέρος . ὣς ὁ μὲν εἶπεν · ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς
χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων .
καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο , καὶ τὰ πρόσωπα
2.120
2.125
2.132
2.134
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 2.100 | Theoc. Id. 2.125 (English) | >>Theoc. Id. 2.150 |