Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 2.125 | Theoc. Id. 2.150 (English) | >>Theoc. Id. 2.165 |
2.141θερμότερʼ ἦς ἢ πρόσθε , καὶ ἐψιθυρίσδομες ἁδύ ·
χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα ,
ἐπράχθη τὰ μέγιστα , καὶ ἐς πόθον ἤνθομες ἄμφω .
κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γʼ ἐχθές ,
2.145οὔτʼ ἐγὼ αὖ τήνῳ . ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας
μάτηρ τᾶς ἁμᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς
σάμερον , ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι
Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι .
κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἔραται ,
2.150κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός ,
οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν , ἀτὰρ τόσον · αἰὲν Ἔρωτος
ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων ,
καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν .
ταῦτά μοι ἁ ξείνα μυθήσατο · ἔστι δʼ ἀλαθής ·
2.155ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη ,
καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν ·
νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον .
ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει , ἁμῶν δὲ λέλασται ;
νῦν μὲν τοῖς φίλτροις καταθύσομαι · αἰ δʼ ἔτι κἠμὲ
2.160λυπῇ , τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ .
τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν ,
Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα .
ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ Ὠκεανὸν τρέπε πώλους ,
πότνιʼ · ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν .
2.145
2.150
2.155
2.160
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 2.125 | Theoc. Id. 2.150 (English) | >>Theoc. Id. 2.165 |