Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 20.1 Theoc. Id. 20.11 (English) >>Theoc. Id. 20.35

20.1 Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο.
βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν.
μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις.
20.6οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,
ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις·
ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς.
20.11τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα,
20.16καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν,
ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα.
ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
20.20ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος
ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν,
χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,
καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις·


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 20.1 Theoc. Id. 20.11 (English) >>Theoc. Id. 20.35

Powered by PhiloLogic