Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 21.1 Theoc. Id. 21.15 (English) >>Theoc. Id. 21.40

21.5αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν
κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
21.10τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα
ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι
οὗτος τοῖς ἁλιεῦσιν πᾶς πόρος, οὗτος πλοῦτος.
21.15οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά,
πάντʼ ἐδόκει τήνοις· γὰρ πενία σφας ἔτειρε
οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν
θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
21.20τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ
ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
Ἀσφαλίων ψεύδοντʼ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον
τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.
ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
21.25μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι.
Ἑταῖρος Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ καιρὸς
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον
φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
Ἀσφαλίων ἆρʼ ἔμαθες κρίνειν ποκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 21.1 Theoc. Id. 21.15 (English) >>Theoc. Id. 21.40

Powered by PhiloLogic