Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 21.1 Theoc. Id. 21.35 (English) >>Theoc. Id. 21.60

21.25μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι.
Ἑταῖρος Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ καιρὸς
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον
φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
Ἀσφαλίων ἆρʼ ἔμαθες κρίνειν ποκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.
21.30οὔ σε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.
ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος
ἐστὶν ὀνειροκρίτας, διδάσκαλός ἐστι παρʼ νοῦς.
ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις
21.35κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων,
ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·
φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν.
Ἑταῖρος λέγε μοί ποτε νυκτὸς
ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.
Ἀσφαλίων δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν
21.40(οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,
εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸν
ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευον
ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.
καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις
21.45πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών.
χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα,
τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον
τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα,
πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 21.1 Theoc. Id. 21.35 (English) >>Theoc. Id. 21.60

Powered by PhiloLogic