Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.80 | Theoc. Id. 22.106 (English) | >>Theoc. Id. 22.130 |
22.95ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς
ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς , ἔσχεθε δʼ ὁρμῆς
παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα .
ἔστη δὲ πληγαῖς μεθύων , ἐκ δʼ ἔπτυσεν αἷμα
φοίνιον · οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν ,
22.100ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε ·
ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου .
τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς
πάντοθεν · ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε ,
μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ ,
πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον . αὐτὰρ ὁ πληγεὶς
22.106ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη .
ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος ·
ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν .
ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα
22.110αὐχένος ἀρχηγὸς Βεβρύκων · ὁ δʼ ἀεικέσι πληγαῖς
πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης .
σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον , ἐκ μεγάλου δὲ
αἶψʼ ὀλίγος γένετʼ ἀνδρός · ὁ δʼ αἰεὶ πάσσονα γυῖα
ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων .
22.115πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν ;
εἰπὲ θεά , σὺ γὰρ οἶσθα · ἐγὼ δʼ ἑτέρων ὑποφήτης
φθέγξομαι , ὡς ἐθέλεις σύ , καὶ ὅππως τοι φίλον αὐτῇ .
ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα ,
δοχμὸς ἀπὸ προβολῆς κλινθείς , ἑτέρῃ δʼ ἐπιβαίνων
22.100
22.106
22.110
22.115
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.80 | Theoc. Id. 22.106 (English) | >>Theoc. Id. 22.130 |