Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.95 Theoc. Id. 22.121 (English) >>Theoc. Id. 22.146

22.110αὐχένος ἀρχηγὸς Βεβρύκων· δʼ ἀεικέσι πληγαῖς
πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.
σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ
αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· δʼ αἰεὶ πάσσονα γυῖα
ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων.
22.115πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;
εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης
φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.
ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,
δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνων
22.121δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα.
ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ·
22.125ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος·
λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες·
αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,
μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ
κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
22.130ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,
ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
Καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.95 Theoc. Id. 22.121 (English) >>Theoc. Id. 22.146

Powered by PhiloLogic