Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.95 | Theoc. Id. 22.125 (English) | >>Theoc. Id. 22.150 |
22.115πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν ;
εἰπὲ θεά , σὺ γὰρ οἶσθα · ἐγὼ δʼ ἑτέρων ὑποφήτης
φθέγξομαι , ὡς ἐθέλεις σύ , καὶ ὅππως τοι φίλον αὐτῇ .
ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα ,
δοχμὸς ἀπὸ προβολῆς κλινθείς , ἑτέρῃ δʼ ἐπιβαίνων
22.121δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον .
καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα .
ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ , στιβαρῇ δʼ ἅμα χειρὶ
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ ·
22.125ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος ·
λαιῇ δὲ στόμα κόψε , πυκνοὶ δʼ ἀράβησαν ὀδόντες ·
αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον ,
μέχρι συνηλοίησε παρήια . πᾶς δʼ ἐπὶ γαίῃ
κεῖτʼ ἀλλοφρονέων , καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
22.130ἀμφοτέρας ἅμα χεῖρας , ἐπεὶ θανάτου σχεδὸν ἦεν .
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας ,
ὦ πύκτη Πολύδευκες · ὄμοσσε δέ τοι μέγαν ὅρκον ,
ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων ,
μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι .
Καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ . σὲ δὲ Κάστορ ἀείσω ,
22.136Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ .
Τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
δοιὰς Λευκίπποιο κόρας · δοιὼ δʼ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος ,
γαμβρὼ μελλογάμω , Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας .
22.121
22.125
22.130
22.136
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.95 | Theoc. Id. 22.125 (English) | >>Theoc. Id. 22.150 |