Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.100 Theoc. Id. 22.130 (English) >>Theoc. Id. 22.160

22.121δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα.
ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ·
22.125ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος·
λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες·
αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,
μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ
κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
22.130ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,
ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
Καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,
22.136Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
Τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος,
γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ καρτερὸς Ἴδας.
22.141ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος,
ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν,
ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας·
Δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις
22.146ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι;
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ·
ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.100 Theoc. Id. 22.130 (English) >>Theoc. Id. 22.160

Powered by PhiloLogic