Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.110 | Theoc. Id. 22.136 (English) | >>Theoc. Id. 22.165 |
22.125ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος ·
λαιῇ δὲ στόμα κόψε , πυκνοὶ δʼ ἀράβησαν ὀδόντες ·
αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον ,
μέχρι συνηλοίησε παρήια . πᾶς δʼ ἐπὶ γαίῃ
κεῖτʼ ἀλλοφρονέων , καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
22.130ἀμφοτέρας ἅμα χεῖρας , ἐπεὶ θανάτου σχεδὸν ἦεν .
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας ,
ὦ πύκτη Πολύδευκες · ὄμοσσε δέ τοι μέγαν ὅρκον ,
ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων ,
μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι .
Καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ . σὲ δὲ Κάστορ ἀείσω ,
22.136Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ .
Τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
δοιὰς Λευκίπποιο κόρας · δοιὼ δʼ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος ,
γαμβρὼ μελλογάμω , Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας .
22.141ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος ,
ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν ,
ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι .
Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας ·
Δαιμόνιοι , τί μάχης ἱμείρετε ; πῶς δʼ ἐπὶ νύμφαις
22.146ἀλλοτρίαις χαλεποί , γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι ;
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
τάσδε πολὺ προτέροις , ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ ·
ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν
22.150βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
ἄνδρα παρετρέψασθε , γάμον δʼ ἐκλέπτετε δώροις .
ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ ·
οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε
22.130
22.136
22.141
22.146
22.150
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.110 | Theoc. Id. 22.136 (English) | >>Theoc. Id. 22.165 |