Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.130 Theoc. Id. 22.155 (English) >>Theoc. Id. 22.185

22.146ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι;
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ·
ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν
22.150βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις.
μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ·
οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε
22.155μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις,
Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα,
Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή·
ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται
22.160μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο.
τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε·
ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι·
ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,
καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.
22.165ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν
ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες.
ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα
πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις.
σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν
22.170πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.
εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ
νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,
Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,
χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.130 Theoc. Id. 22.155 (English) >>Theoc. Id. 22.185

Powered by PhiloLogic