Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.130 | Theoc. Id. 22.160 (English) | >>Theoc. Id. 22.190 |
22.150βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
ἄνδρα παρετρέψασθε , γάμον δʼ ἐκλέπτετε δώροις .
ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ ·
οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε
22.155μνηστεύειν ἀλόχους , αἷς νυμφίοι ἤδη ἑτοῖμοι .
πολλή τοι Σπάρτη , πολλὴ δʼ ἱππήλατος Ἦλις ,
Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα ,
Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή ·
ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται
22.160μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο .
τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε ·
ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι ·
ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι ,
καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα .
22.165ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν
ἄμμι γάμον · σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες .
ἴσκον τοιάδε πολλά , τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα
πνοιὴ ἔχουσʼ ἀνέμοιο , χάρις δʼ οὐχ ἕσπετο μύθοις .
σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες . ἀλλʼ ἔτι καὶ νῦν
22.170πείθεσθʼ · ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν .
εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ , αἵματι δὲ χρὴ
νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι ,
Ἴδας μὲν καὶ ὅμαιμος ἐμός , κρατερὸς Πολυδεύκης ,
χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης ,
22.175νῶι δʼ , ἐγὼ Κάστωρ τε , διακρινώμεθʼ ἄρηι
ὁπλοτέρω γεγαῶτε . γονεῦσι δὲ μὴ πολὺ πένθος
ἡμετέροισι λίπωμεν . ἅλις νέκυς ἐξ ἑνὸς οἴκου
εἷς · ἀτὰρ ὧλλοι πάντες ἐυφρανέουσιν ἑταίρους
νυμφίοι ἀντὶ νεκρῶν , ὑμεναιώσουσι δὲ κούρας
22.155
22.160
22.165
22.170
22.175
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.130 | Theoc. Id. 22.160 (English) | >>Theoc. Id. 22.190 |