Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.160 Theoc. Id. 22.190 (English) >>Theoc. Id. 22.215

22.180τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.
Εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν.
τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο,
γενεῇ προφέρεσκον· δʼ ἐς μέσον ἤλυθε Λυγκεύς,
σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην·
22.185ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς
Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον
ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι
22.190δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.
τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή.
πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς
22.195τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή.
τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
σκαιῷ· δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν
ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας
22.200κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.
ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ
Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω
χαλκὸς ἄφαρ διέχευεν· δʼ ἐς στόμα κεῖτο νενευκὼς
Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.160 Theoc. Id. 22.190 (English) >>Theoc. Id. 22.215

Powered by PhiloLogic