Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.175 | Theoc. Id. 22.200 (English) | >>Theoc. Id. 22.220 |
22.190δοῦρʼ ἐάγη , σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα .
τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
τεῦχον ἐπʼ ἀλλήλοισι · μάχης δʼ οὐ γίνετʼ ἐρωή .
πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
Κάστωρ , πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς
22.195τοῖο σάκος , φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή .
τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
σκαιῷ · ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν , αἶψα δὲ φεύγειν
ὡρμήθη ποτὶ σῆμα πατρός , τόθι καρτερὸς Ἴδας
22.200κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν .
ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ
Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ · ἔγκατα δʼ εἴσω
χαλκὸς ἄφαρ διέχευεν · ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς
Λυγκεύς , κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος .
22.205οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ
παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα .
ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν
τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας
μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα ·
22.210ἀλλὰ Ζεὺς ἐπάμυνε , χερῶν δέ οἱ ἔκβαλε τυκτὴν
μάρμαρον , αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ .
οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ .
αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν .
Χαίρετε Λήδας τέκνα , καὶ ἡμετέροις κλέος ὕμνοις
22.195
22.200
22.205
22.210
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.175 | Theoc. Id. 22.200 (English) | >>Theoc. Id. 22.220 |