Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.195 Theoc. Id. 22.220 (English) >>Theoc. Id. 23.1

22.210ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν
μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.
αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.
Χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις
22.215ἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶ
Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν,
Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός,
ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν
22.220Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς·
ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,
οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.195 Theoc. Id. 22.220 (English) >>Theoc. Id. 23.1

Powered by PhiloLogic