Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.1 | Theoc. Id. 22.25 (English) | >>Theoc. Id. 22.55 |
22.15νυκτὸς ἐφερπούσης · παταγεῖ δʼ εὐρεῖα θάλασσα ,
κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις .
ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι ·
αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι , λιπαρὴ δὲ γαλάνη
22.20ἂμ πέλαγος · νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι ·
ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν , ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ
φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα .
ὦ ἄμφω θνητοῖσι βοηθόοι , ὦ φίλοι ἄμφω ,
ἱππῆες κιθαρισταί , ἀεθλητῆρες ἀοιδοί ·
22.25Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν ;
ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω .
ἡ μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα .
22.30ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός .
ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων .
Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
22.35ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων ,
παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην .
εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
ὕδατι πεπληθυῖαν ἀκηράτῳ · αἱ δʼ ὑπένερθεν
λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
22.40ἐκ βυθοῦ · ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι ,
ἄνθεά τʼ εὐώδη , λασίαις φίλα ἔργα μελίσσαις ,
ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας .
ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε ,
δεινὸς ἰδεῖν , σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς ·
22.20
22.25
22.30
22.35
22.40
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.1 | Theoc. Id. 22.25 (English) | >>Theoc. Id. 22.55 |