Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 21.55 Theoc. Id. 22.5 (English) >>Theoc. Id. 22.40

Διόσκουροι 22.1 ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
22.5κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς,
ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον,
νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα
ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
22.10οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,
ἠὲ καὶ ἐκ πρῴρηθεν, ὅππῃ θυμὸς ἑκάστου,
ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους
ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος
22.15νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα,
κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
22.20ἂμ πέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·
ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ
φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
ἄμφω θνητοῖσι βοηθόοι, φίλοι ἄμφω,
ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
22.25Κάστορος πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 21.55 Theoc. Id. 22.5 (English) >>Theoc. Id. 22.40

Powered by PhiloLogic