Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.20 Theoc. Id. 22.50 (English) >>Theoc. Id. 22.75

22.40ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,
ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς·
22.46στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον
ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
22.50χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·
αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.
Πολυδεύκης χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;
Ἄμυκος
22.55χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;
Πολυδεύκης θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν.
Ἄμυκος θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν.
Πολυδεύκης ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ὑπερόπτης;
Ἄμυκος τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
Πολυδεύκης
22.60ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις.
Ἄμυκος μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.
Πολυδεύκης δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
Ἄμυκος γνώσεαι, εἴ σευ δίψος ἀνειμένα χείλεα τέρσει.
Πολυδεύκης ἄργυρος τίς μισθός, ἐρεῖς, κέν σε πίθοιμεν;
Ἄμυκος


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.20 Theoc. Id. 22.50 (English) >>Theoc. Id. 22.75

Powered by PhiloLogic