Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.30 | Theoc. Id. 22.60 (English) | >>Theoc. Id. 22.85 |
22.50χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις ·
αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων .
τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης .
Πολυδεύκηςχαῖρε ξεῖνʼ , ὅτις ἐσσί . τίνες βροτοί , ὧν ὅδε χῶρος ;
Ἄμυκος22.55χαίρω πῶς , ὅτε τʼ ἄνδρας ὁρῶ , τοὺς μὴ πρὶν ὄπωπα ;
Πολυδεύκηςθάρσει . μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν .
Ἄμυκοςθαρσέω , κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν .
Πολυδεύκηςἄγριος εἶ , πρὸς πάντα παλίγκοτος , ἢ ὑπερόπτης ;
Ἄμυκοςτοιόσδʼ οἷον ὁρᾷς · τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω .
Πολυδεύκης22.60ἔλθοις , καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις .
Ἄμυκοςμήτε σύ με ξείνιζε , τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ .
Πολυδεύκηςδαιμόνιʼ , οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης ;
Ἄμυκοςγνώσεαι , εἴ σευ δίψος ἀνειμένα χείλεα τέρσει .
Πολυδεύκηςἄργυρος ἢ τίς ὁ μισθός , ἐρεῖς , ᾧ κέν σε πίθοιμεν ;
Ἄμυκος22.65εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς .
Πολυδεύκηςπυγμάχος , ἢ καὶ ποσσὶ θενὼν σκέλος ;
Ἄμυκος ………ὄμματά γʼ ὀρθὸς
πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης .
Πολυδεύκηςτίς γάρ , ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας ;
Ἄμυκοςἐγγὺς ὁρᾷς · οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης .
Πολυδεύκης22.70ἦ καὶ ἄεθλον ἑτοῖμον , ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω
Ἄμυκοςσὸς μὲν ἐγώ , σὺ δʼ ἐμὸς κεκλήσεαι , αἴκε κρατήσω .
Πολυδεύκηςὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί .
Ἄμυκοςεἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
γινόμεθʼ , οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ .
Πολυδεύκης
Ἄμυκος22.55
Πολυδεύκης
Ἄμυκος
Πολυδεύκης
Ἄμυκος
Πολυδεύκης22.60
Ἄμυκος
Πολυδεύκης
Ἄμυκος
Πολυδεύκης
Ἄμυκος22.65
Πολυδεύκης
Ἄμυκος ………
Πολυδεύκης
Ἄμυκος
Πολυδεύκης22.70
Ἄμυκος
Πολυδεύκης
Ἄμυκος
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.30 | Theoc. Id. 22.60 (English) | >>Theoc. Id. 22.85 |