Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.40 | Theoc. Id. 22.70 (English) | >>Theoc. Id. 22.95 |
22.60ἔλθοις , καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις .
Ἄμυκοςμήτε σύ με ξείνιζε , τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ .
Πολυδεύκηςδαιμόνιʼ , οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης ;
Ἄμυκοςγνώσεαι , εἴ σευ δίψος ἀνειμένα χείλεα τέρσει .
Πολυδεύκηςἄργυρος ἢ τίς ὁ μισθός , ἐρεῖς , ᾧ κέν σε πίθοιμεν ;
Ἄμυκος22.65εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς .
Πολυδεύκηςπυγμάχος , ἢ καὶ ποσσὶ θενὼν σκέλος ;
Ἄμυκος ………ὄμματά γʼ ὀρθὸς
πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης .
Πολυδεύκηςτίς γάρ , ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας ;
Ἄμυκοςἐγγὺς ὁρᾷς · οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης .
Πολυδεύκης22.70ἦ καὶ ἄεθλον ἑτοῖμον , ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω
Ἄμυκοςσὸς μὲν ἐγώ , σὺ δʼ ἐμὸς κεκλήσεαι , αἴκε κρατήσω .
Πολυδεύκηςὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί .
Ἄμυκοςεἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
γινόμεθʼ , οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ .
22.75ἦ ῥʼ Ἄμυκος , καὶ κόχλον ἑλὼν μυκήσατο κοῖλον .
οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους
κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες .
ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας
Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ .
22.80οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις
χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας ,
ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες .
ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη ,
ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο ·
Ἄμυκος
Πολυδεύκης
Ἄμυκος
Πολυδεύκης
Ἄμυκος22.65
Πολυδεύκης
Ἄμυκος ………
Πολυδεύκης
Ἄμυκος
Πολυδεύκης22.70
Ἄμυκος
Πολυδεύκης
Ἄμυκος
22.75
22.80
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.40 | Theoc. Id. 22.70 (English) | >>Theoc. Id. 22.95 |