Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.55 | Theoc. Id. 22.80 (English) | >>Theoc. Id. 22.110 |
22.70ἦ καὶ ἄεθλον ἑτοῖμον , ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω
Ἄμυκοςσὸς μὲν ἐγώ , σὺ δʼ ἐμὸς κεκλήσεαι , αἴκε κρατήσω .
Πολυδεύκηςὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί .
Ἄμυκοςεἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
γινόμεθʼ , οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ .
22.75ἦ ῥʼ Ἄμυκος , καὶ κόχλον ἑλὼν μυκήσατο κοῖλον .
οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους
κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες .
ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας
Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ .
22.80οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις
χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας ,
ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες .
ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη ,
ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο ·
22.85ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες ,
βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον .
αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω ,
χερσὶ τιτυσκόμενος . τοῦ δʼ ἄκρον τύψε γένειον
Τυνδαρίδης ἐπιόντος · ὀρίνθη δὲ πλέον ἢ πρίν ,
22.90σὺν δὲ μάχην ἐτάραξε , πολὺς δʼ ἐπέκειτο νενευκὼς
ἐς γαῖαν . Βέβρυκες δʼ ἐπαΰτεον , οἱ δʼ ἑτέρωθεν
ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον ,
δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε
χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ .
22.95ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς
ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς , ἔσχεθε δʼ ὁρμῆς
παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα .
ἔστη δὲ πληγαῖς μεθύων , ἐκ δʼ ἔπτυσεν αἷμα
φοίνιον · οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν ,
Ἄμυκος
Πολυδεύκης
Ἄμυκος
22.75
22.80
22.85
22.90
22.95
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 22.55 | Theoc. Id. 22.80 (English) | >>Theoc. Id. 22.110 |