Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.65 Theoc. Id. 22.90 (English) >>Theoc. Id. 22.115

22.80οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις
χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,
ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.
ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,
ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο·
22.85ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες Πολύδευκες,
βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον.
αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,
χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειον
Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον πρίν,
22.90σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼς
ἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν
ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,
δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε
χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.
22.95ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς
ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς
παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.
ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα
φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν,
22.100ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε·
ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου.
τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς
πάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε,
μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ,
πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ πληγεὶς


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.65 Theoc. Id. 22.90 (English) >>Theoc. Id. 22.115

Powered by PhiloLogic