Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22 Theoc. Id. 23 (English) >>Theoc. Id. 24

Ἐραστής 23.1 Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω,
τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω.
μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα
23.5χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει·
πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,
οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
23.10οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ
χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον·
τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς
ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
23.15ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν·
Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
23.20λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ
κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,
ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.
23.25ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,
οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν
τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον.
καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ χρόνος αὐτὸ μαραίνει·
καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ·
23.30λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ·
δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.
καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ.
ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις,
ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.
23.35ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι
τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
23.39λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον,
κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς·
οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
χῶμα δέ μοι χῶσόν τι μευ κρύψει τὸν ἔρωτα.
κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· φίλε κεῖσαι.
23.45ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.
γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω·
τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,
ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον.
ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω
23.50ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν,
τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ,
τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη
νεκρός. δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη
23.55τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ
εἵματα πάντʼ ἐμίανεν ἐφαβικά, βαῖνε δʼ ἐς ἄθλως
γυμνασίων, καὶ ἕκηλα φίλων ἐπεμαίετο λουτρῶν,
καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ
ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν
23.60ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον·
νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα.
χαίρετε τοὶ φιλέοντες· γὰρ μισῶν ἐφονεύθη.
στέργετε δʼ οἱ μισεῦντες· γὰρ θεὸς οἶδε δικάζειν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22 Theoc. Id. 23 (English) >>Theoc. Id. 24

Powered by PhiloLogic