Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.205 Theoc. Id. 23.5 (English) >>Theoc. Id. 23.35

Ἐραστής 23.1 Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω,
τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω.
μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα
23.5χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει·
πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,
οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
23.10οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ
χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον·
τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς
ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
23.15ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν·
Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
23.20λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ
κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,
ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 22.205 Theoc. Id. 23.5 (English) >>Theoc. Id. 23.35

Powered by PhiloLogic