Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 24.85 Theoc. Id. 24.115 (English) >>Theoc. Id. 24.140

24.105γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,
υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,
τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν
Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε
24.110πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος.
ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες
ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται
δεινοὶ ἐν ἱμάντεσσιν, τʼ ἐς γαῖαν προπεσόντες
πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,
24.115πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ
Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων
θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι·
τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν
24.120ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι,
Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν
αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων
Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς
δίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
24.125δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα
ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν,
κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι
δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι
Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών,
ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς
24.131ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.
Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς
ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 24.85 Theoc. Id. 24.115 (English) >>Theoc. Id. 24.140

Powered by PhiloLogic