Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.95 | Theoc. Id. 24.125 (English) | >>Theoc. Id. 25.1 |
24.115πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ
Ἁρπαλύκῳ Φανοτῆι , τὸν οὐδʼ ἂν τηλόθι λεύσσων
θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι ·
τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ .
ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι , καὶ περὶ νύσσαν
24.120ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι ,
Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν
αὐτός , ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων
Ἄργει ἐν ἱπποβότῳ κειμήλια , καί οἱ ἀαγεῖς
δίφροι , ἐφʼ ὧν ἐπέβαινε , χρόνῳ διέλυσαν ἱμάντας .
24.125δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα
ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν ,
κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι
δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι
Κάστωρ Ἱππαλίδας δέδαεν , φυγὰς Ἄργεος ἐνθών ,
ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς
24.131ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος .
Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς
ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα .
ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ .
24.135εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς
δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ ,
δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος
Δωρικός · ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι .
αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον .
24.140εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας .
24.120
24.125
24.131
24.135
24.140
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.95 | Theoc. Id. 24.125 (English) | >>Theoc. Id. 25.1 |