Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.1 | Theoc. Id. 24.30 (English) | >>Theoc. Id. 24.60 |
24.20ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον ,
καὶ τότʼ ἄρʼ ἐξέγροντο , Διὸς νοέοντος ἅπαντα ,
Ἀλκμήνας φίλα τέκνα , φάος δʼ ἀνὰ οἶκον ἐτύχθη .
ἤτοι ὅγʼ εὐθὺς ἄυσεν , ὅπως κακὰ θηρίʼ ἀνέγνω
κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας ,
24.25Ἰφικλέης , οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν ,
φευγέμεν ὁρμαίνων · ὁ δʼ ἐναντίος εἴχετο χερσὶν
Ἡρακλέης , ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ ,
δραξάμενος φάρυγος , τόθι φάρμακα λυγρὰ κέκρυπται
οὐλομένοις ὀφίεσσιν , ἃ καὶ θεοὶ ἐχθαίροντι .
24.30τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα
ὀψίγονον γαλαθηνόν , ὑπὸ τροφῷ αἰὲν ἄδακρυν ·
ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας ,
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν .
Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα ·
24.35ἄνσταθʼ Ἀμφιτρύων · ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν ·
ἄνστα , μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς .
οὐκ ἀίεις , παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ ;
ἢ οὐ νοέεις , ὅτι νυκτὸς ἀωρί που , οἱ δέ τε τοῖχοι
πάντες ἀριφραδέες , καθαρᾶς ἅπερ ἠριγενείας ;
24.40ἔστι τί μοι κατὰ δῶμα νεώτερον , ἔστι φίλʼ ἀνδρῶν .
ὣς φάθʼ . ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας ·
δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος , ὅ οἱ ὕπερθεν
κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο .
ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος ,
24.45κουφίζων ἑτέρᾳ κολεὸν μέγα , λώτινον ἔργον .
ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας ·
δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας ·
Οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες ,
δμῶες ἐμοί , στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας .
24.25
24.30
24.35
24.40
24.45
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.1 | Theoc. Id. 24.30 (English) | >>Theoc. Id. 24.60 |