Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.1 | Theoc. Id. 24.40 (English) | >>Theoc. Id. 24.70 |
24.30τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα
ὀψίγονον γαλαθηνόν , ὑπὸ τροφῷ αἰὲν ἄδακρυν ·
ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας ,
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν .
Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα ·
24.35ἄνσταθʼ Ἀμφιτρύων · ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν ·
ἄνστα , μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς .
οὐκ ἀίεις , παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ ;
ἢ οὐ νοέεις , ὅτι νυκτὸς ἀωρί που , οἱ δέ τε τοῖχοι
πάντες ἀριφραδέες , καθαρᾶς ἅπερ ἠριγενείας ;
24.40ἔστι τί μοι κατὰ δῶμα νεώτερον , ἔστι φίλʼ ἀνδρῶν .
ὣς φάθʼ . ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας ·
δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος , ὅ οἱ ὕπερθεν
κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο .
ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος ,
24.45κουφίζων ἑτέρᾳ κολεὸν μέγα , λώτινον ἔργον .
ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας ·
δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας ·
Οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες ,
δμῶες ἐμοί , στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας .
24.50ἄνστατε δμῶες ταλασίφρονες . αὐτὸς ἀυτεῖ .
ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα .
οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
δμῶες · ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου .
ἤτοι ἄρʼ ὡς εἴδοντʼ ὑποτίτθιον Ἡρακλῆα
24.55θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα ,
συμπλήγδην ἰάχησαν · ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν , ἐπάλλετο δʼ ὑψόθι χαίρων
κουροσύνᾳ , γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα .
24.35
24.40
24.45
24.50
24.55
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.1 | Theoc. Id. 24.40 (English) | >>Theoc. Id. 24.70 |