Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.20 | Theoc. Id. 24.50 (English) | >>Theoc. Id. 24.80 |
24.40ἔστι τί μοι κατὰ δῶμα νεώτερον , ἔστι φίλʼ ἀνδρῶν .
ὣς φάθʼ . ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας ·
δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος , ὅ οἱ ὕπερθεν
κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο .
ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος ,
24.45κουφίζων ἑτέρᾳ κολεὸν μέγα , λώτινον ἔργον .
ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας ·
δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας ·
Οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες ,
δμῶες ἐμοί , στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας .
24.50ἄνστατε δμῶες ταλασίφρονες . αὐτὸς ἀυτεῖ .
ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα .
οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
δμῶες · ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου .
ἤτοι ἄρʼ ὡς εἴδοντʼ ὑποτίτθιον Ἡρακλῆα
24.55θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα ,
συμπλήγδην ἰάχησαν · ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν , ἐπάλλετο δʼ ὑψόθι χαίρων
κουροσύνᾳ , γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα .
24.60Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
ξηρὸν ὑπαὶ δείους ἀκράχολον Ἰφικλῆα ·
Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν
παῖδα , πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου .
ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον ·
24.65Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν ,
καί νιν ὑποκρίνεσθαι , ὅπως τελέεσθαι ἔμελλεν ,
ἠνώγει . μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν ,
αἰδόμενος σύ με κρύπτε · καὶ ὣς οὐκ ἔστιν ἀλύξαι
24.45
24.50
24.55
24.60
24.65
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.20 | Theoc. Id. 24.50 (English) | >>Theoc. Id. 24.80 |