Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.30 | Theoc. Id. 24.60 (English) | >>Theoc. Id. 24.90 |
24.50ἄνστατε δμῶες ταλασίφρονες . αὐτὸς ἀυτεῖ .
ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα .
οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
δμῶες · ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου .
ἤτοι ἄρʼ ὡς εἴδοντʼ ὑποτίτθιον Ἡρακλῆα
24.55θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα ,
συμπλήγδην ἰάχησαν · ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν , ἐπάλλετο δʼ ὑψόθι χαίρων
κουροσύνᾳ , γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα .
24.60Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
ξηρὸν ὑπαὶ δείους ἀκράχολον Ἰφικλῆα ·
Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν
παῖδα , πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου .
ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον ·
24.65Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν ,
καί νιν ὑποκρίνεσθαι , ὅπως τελέεσθαι ἔμελλεν ,
ἠνώγει . μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν ,
αἰδόμενος σύ με κρύπτε · καὶ ὣς οὐκ ἔστιν ἀλύξαι
24.70ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει .
ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω .
Τόσσʼ ἔλεγεν βασίλεια · ὁ δʼ ἀνταμείβετο τοίως ·
Θάρσει ἀριστοτόκεια γύναι , Περσήιον αἷμα .
θάρσει · μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι .
24.75ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων ,
πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι
Ἀλκμήναν ὀνομαστί , σέβας δʼ ἔσῃ Ἀργείαισι .
τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
24.55
24.60
24.65
24.70
24.75
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.30 | Theoc. Id. 24.60 (English) | >>Theoc. Id. 24.90 |