Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.60 | Theoc. Id. 24.90 (English) | >>Theoc. Id. 24.120 |
24.80ἀμβαίνειν τεὸς υἱός , ἀπὸ στέρνων πλατὺς ἥρως ,
οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι .
δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν
μόχθους , θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ .
γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται , οἳ τάδʼ ἐπῶρσαν
24.85κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι .
ἔσται δὴ τοῦτʼ ἆμαρ , ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ
καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει .
ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω ,
κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρου
24.90ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον ·
καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
νυκτὶ μέσᾳ , ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί .
ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
24.95ῥωγάδας ἐς πέτρας ὑπερούριον , ἂψ δὲ νέεσθαι
ἄστρεπτος · καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
πρᾶτον , ἔπειτα δʼ ἅλεσσι μεμιγμένον , ὡς νενόμισται ,
θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ ·
Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον ,
24.100δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε .
Φᾶ , καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς .
Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ
ἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος .
24.105γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν ,
υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως ,
τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν
Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις .
αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε
24.85
24.90
24.95
24.100
24.105
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 24.60 | Theoc. Id. 24.90 (English) | >>Theoc. Id. 24.120 |