Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.1 | Theoc. Id. 25.10 (English) | >>Theoc. Id. 25.40 |
25.1 Τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς
παυσάμενος ἔργοιο , τό οἱ μετὰ χερσὶν ἔκειτο ·
Ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις ,
Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο ·
25.5τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι ,
εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην .
ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο
οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον ·
ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἑλισοῦντος ,
25.10αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο ,
αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος , αἱ δὲ καὶ ὧδε .
χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις .
αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι ,
25.15Μηνίου ἂμ μέγα τῖφος , ἐπεὶ πολυειδέα ποίην
λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
εἰς ἅλις , ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει .
αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος ,
25.20κείνῃ , ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι
χλωρή τʼ ἀγριέλαιος , Ἀπόλλωνος νομίοιο
ἱερὸν ἁγνόν , ξεῖνε , τελειοτάτοιο θεοῖο .
εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
δέδμηνθʼ , οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
25.25ῥυόμεθʼ ἐνδυκέως , τριπόλοις σπόρον ἐν νειοῖσιν
ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως .
οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι ,
ἐς ληνοὺς δʼ ἱκνεῦνται , ἐπὴν θέρος ὥριον ἔλθῃ .
πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο ,
25.5
25.10
25.15
25.20
25.25
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.1 | Theoc. Id. 25.10 (English) | >>Theoc. Id. 25.40 |