Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.75 | Theoc. Id. 25.100 (English) | >>Theoc. Id. 25.130 |
25.90ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε
ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο ·
τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων ,
οὐδʼ ἄνυσις · τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει
ἲς ἀνέμου , τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις ·
25.95τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει .
πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον , πᾶσαι δὲ κέλευθοι
ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί ),
μυκηθμῷ · σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
εἰλιπόδων , ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο .
25.100ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων
εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου ·
ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι
καλοπέδιλʼ ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν ·
ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει
25.105πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος ,
ἄλλος ἀμόλγιον εἶχʼ , ἄλλος τρέφε πίονα τυρόν ,
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων .
Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες ,
25.110σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον .
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
25.115εἰσορόων . οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων ,
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων .
Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον ,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν ,
25.95
25.100
25.105
25.110
25.115
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.75 | Theoc. Id. 25.100 (English) | >>Theoc. Id. 25.130 |