Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.80 | Theoc. Id. 25.105 (English) | >>Theoc. Id. 25.135 |
25.95τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει .
πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον , πᾶσαι δὲ κέλευθοι
ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί ),
μυκηθμῷ · σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
εἰλιπόδων , ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο .
25.100ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων
εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου ·
ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι
καλοπέδιλʼ ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν ·
ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει
25.105πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος ,
ἄλλος ἀμόλγιον εἶχʼ , ἄλλος τρέφε πίονα τυρόν ,
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων .
Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες ,
25.110σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον .
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
25.115εἰσορόων . οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων ,
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων .
Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον ,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν ,
25.120καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
ἐς τέλος · οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
βουκολίοις , αἵτʼ ἔργα καταφθείρουσι νομήων ,
αἰεὶ δὲ πλέονες κερααὶ βόες , αἰὲν ἀμείνους
ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος · ἦ γὰρ ἅπασαι
25.100
25.105
25.110
25.115
25.120
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.80 | Theoc. Id. 25.105 (English) | >>Theoc. Id. 25.135 |