Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.90 Theoc. Id. 25.115 (English) >>Theoc. Id. 25.145

25.105πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος,
ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν,
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
25.110σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
25.115εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων,
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
Ἠέλιος δʼ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
25.120καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων,
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· γὰρ ἅπασαι
25.125ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε.
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο
κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.
ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
25.130ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι
ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην
ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.90 Theoc. Id. 25.115 (English) >>Theoc. Id. 25.145

Powered by PhiloLogic