Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.95 Theoc. Id. 25.125 (English) >>Theoc. Id. 25.155

25.115εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων,
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
Ἠέλιος δʼ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
25.120καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων,
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· γὰρ ἅπασαι
25.125ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε.
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο
κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.
ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
25.130ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι
ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην
ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
25.135ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων,
πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,
δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σθένεϊ
ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
25.140ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις
βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.95 Theoc. Id. 25.125 (English) >>Theoc. Id. 25.155

Powered by PhiloLogic