Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.105 | Theoc. Id. 25.135 (English) | >>Theoc. Id. 25.165 |
25.125ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε .
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο
κνήμαργοί θʼ ἕλικές τε , διηκόσιοί γε μὲν ἄλλοι
φοίνικες · πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη .
ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
25.130ἱεροὶ Ἠελίοιο · χρόην δʼ ἔσαν ἠύτε κύκνοι
ἀργησταί , πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην
ἐν νομῷ · ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο .
καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
25.135ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων ,
πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν ,
δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ .
τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σθένεϊ ᾧ
ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας , ὅν ῥα βοτῆρες
25.140ἀστέρι πάντες ἔισκον , ὁθούνεκα πολλὸν ἐν ἄλλοις
βουσὶν ἰὼν λάμπεσκεν , ἀρίζηλος δʼ ἐτέτυκτο .
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον .
25.145τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
σκαιοῦ ἄφαρ κέραος , κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης
κλάσσε βαρύν περ ἐόντα , πάλιν δέ μιν ὦσεν ὀπίσσω
ὤμῳ ἐπιβρίσας · ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη .
25.150θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων
Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες ,
Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες .
Τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
ἐστιχέτην , Φυλεύς τε βίη θʼ Ἡρακληείη .
25.130
25.135
25.140
25.145
25.150
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.105 | Theoc. Id. 25.135 (English) | >>Theoc. Id. 25.165 |