Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.120 | Theoc. Id. 25.150 (English) | >>Theoc. Id. 25.181 |
25.140ἀστέρι πάντες ἔισκον , ὁθούνεκα πολλὸν ἐν ἄλλοις
βουσὶν ἰὼν λάμπεσκεν , ἀρίζηλος δʼ ἐτέτυκτο .
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον .
25.145τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
σκαιοῦ ἄφαρ κέραος , κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης
κλάσσε βαρύν περ ἐόντα , πάλιν δέ μιν ὦσεν ὀπίσσω
ὤμῳ ἐπιβρίσας · ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη .
25.150θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων
Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες ,
Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες .
Τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
ἐστιχέτην , Φυλεύς τε βίη θʼ Ἡρακληείη .
25.155λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου ,
λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες ,
ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα ,
τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
25.160Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα ,
ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον ·
Ξεῖνε , πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας
ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι .
ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς
25.165ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο ·
ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν ,
οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε
θηρίον , αἰνολέοντα , κακὸν τέρας ἀγροιώταις ,
κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος ,
25.145
25.150
25.155
25.160
25.165
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.120 | Theoc. Id. 25.150 (English) | >>Theoc. Id. 25.181 |