Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.120 Theoc. Id. 25.150 (English) >>Theoc. Id. 25.181

25.140ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις
βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
25.145τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης
κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
ὤμῳ ἐπιβρίσας· δέ οἱ περὶ νεῦρα τανυσθεὶς
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
25.150θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων
Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
Τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
ἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη.
25.155λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,
λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,
ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,
τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
25.160Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα,
ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον·
Ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας
ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.
ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς
25.165ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο·
ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν,
οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε
θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,
κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.120 Theoc. Id. 25.150 (English) >>Theoc. Id. 25.181

Powered by PhiloLogic