Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.150 | Theoc. Id. 25.181 (English) | >>Theoc. Id. 25.210 |
25.170οὐκ οἶδʼ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο
αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην .
ὣς κεῖνος ἀγόρευε · γένος δέ μιν εἶναι ἔφασκεν ,
εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι , ἐκ Περσῆος .
ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων
25.175ἠὲ σέ · δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει
χειρῶν καρτερὸν ἔργον , ὅ τοι περὶ πλευρὰ καλύπτει .
εἴπʼ ἄγε νῦν μοι πρῶτον , ἵνα γνώω κατὰ θυμόν ,
ἥρως , εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί ,
εἰ σύγʼ ἐκεῖνος , ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν
οὑξ Ἑλίκηθεν Ἀχαιός , ἐγὼ δέ σε φράζομαι ὀρθῶς .
25.181εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες ,
ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον ·
οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις
ἱμείρων ἰδέειν , ἐπεὶ οὐ μάλα τηλίκα βόσκει ,
25.185ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος .
τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον ·
οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο
γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν .
ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
25.190Φυλεύς , ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη ,
καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος ,
ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ ·
ὦ Αὐγηιάδη , τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ ,
αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας .
25.195ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου
ὅππως ἐκράανθεν , ἐπεὶ λελίησαι ἀκούειν ,
νόσφίν γʼ ἢ ὅθεν ἦλθε · τὸ γὰρ πολέων περ ἐόντων
Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι ·
οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα
25.175
25.181
25.185
25.190
25.195
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.150 | Theoc. Id. 25.181 (English) | >>Theoc. Id. 25.210 |