Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.155 Theoc. Id. 25.185 (English) >>Theoc. Id. 25.210

25.175ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει
χειρῶν καρτερὸν ἔργον, τοι περὶ πλευρὰ καλύπτει.
εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,
ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,
εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν
οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς.
25.181εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,
ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον·
οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις
ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,
25.185ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος.
τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον·
οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο
γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.
ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
25.190Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη,
καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος,
ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ·
Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,
αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
25.195ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου
ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
νόσφίν γʼ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων
Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·
οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.155 Theoc. Id. 25.185 (English) >>Theoc. Id. 25.210

Powered by PhiloLogic