Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.190 Theoc. Id. 25.215 (English) >>Theoc. Id. 25.245

25.205Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν.
αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι
25.210εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λὶς ἦεν, ἵκανον,
δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
25.215εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι.
ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο
φρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι.
οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
φαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην·
25.220ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.
οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,
πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι.
ἤτοι μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,
βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας
25.225αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον
στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.
αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην
ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθʼ ἵκοιτο,
καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα
25.230τηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν
ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.
αὐτὰρ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε
θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι
σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.190 Theoc. Id. 25.215 (English) >>Theoc. Id. 25.245

Powered by PhiloLogic