Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.210 | Theoc. Id. 25.240 (English) | >>Theoc. Id. 25.265 |
25.230τηϋσίως · οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν
ὀκριόεν , χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ .
αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε
θαμβήσας , πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι
σκεπτόμενος , λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε .
25.235τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον
ἀσχαλόων , ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός ·
μεσσηγὺς δʼ ἔβαλον στηθέων , ὅθι πνεύμονος ἕδρη .
ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός ,
ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως .
25.240τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς
αὐερύειν · ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις
θὴρ ἄμοτος , μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε
κέρκον , ἄφαρ δὲ μάχης ἐμνήσατο · πᾶς δέ οἱ αὐχὴν
θυμοῦ ἐνεπλήσθη , πυρσαὶ δʼ ἔφριξαν ἔθειραι
25.245σκυζομένῳ , κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον ,
πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν .
ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο ,
θάλψας ἐν πυρὶ πρῶτον , ἐπαξονίῳ κύκλα δίφρῳ ·
25.250τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς
καμπτόμενος , τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ ·
ὣς ἐπʼ ἐμοὶ λὶς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
μαιμώων χροὸς ἆσαι · ἐγὼ δʼ ἑτέρηφι βέλεμνα
χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην ,
25.235
25.240
25.245
25.250
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.210 | Theoc. Id. 25.240 (English) | >>Theoc. Id. 25.265 |