Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.225 | Theoc. Id. 25.255 (English) | >>Theoc. Id. 25.280 |
25.245σκυζομένῳ , κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον ,
πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν .
ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο ,
θάλψας ἐν πυρὶ πρῶτον , ἐπαξονίῳ κύκλα δίφρῳ ·
25.250τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς
καμπτόμενος , τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ ·
ὣς ἐπʼ ἐμοὶ λὶς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
μαιμώων χροὸς ἆσαι · ἐγὼ δʼ ἑτέρηφι βέλεμνα
χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην ,
25.255τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
ἤλασα κὰκ κεφαλῆς , διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα
αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
θηρὸς ἀμαιμακέτοιο · πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι
ὑψόθεν ἐν γαίῃ , καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
νευστάζων κεφαλῇ · περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω
25.261ἦλθε , βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο .
τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις
νωσάμενος , πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι ,
αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς ,
25.265ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην ·
ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας
ἐξόπιθεν , μὴ σάρκας ἀποδρύψῃ ὀνύχεσσι ,
πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον
οὐραίους ἐπιβάς , μηροῖσί τε πλεύρʼ ἐφύλασσον ,
25.270μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας
ἄπνευστον , ψυχὴν δὲ πελώριος ἔλλαχεν ᾍδης .
καὶ τότε δὴ βούλευον , ὅπως λασιαύχενα βύρσαν
θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην ,
ἀργαλέον μάλα μόχθον , ἐπεὶ οὐκ ἔσκε σιδήρῳ
25.250
25.255
25.261
25.265
25.270
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.225 | Theoc. Id. 25.255 (English) | >>Theoc. Id. 25.280 |