Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.1 | Theoc. Id. 25.25 (English) | >>Theoc. Id. 25.55 |
25.15Μηνίου ἂμ μέγα τῖφος , ἐπεὶ πολυειδέα ποίην
λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
εἰς ἅλις , ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει .
αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος ,
25.20κείνῃ , ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι
χλωρή τʼ ἀγριέλαιος , Ἀπόλλωνος νομίοιο
ἱερὸν ἁγνόν , ξεῖνε , τελειοτάτοιο θεοῖο .
εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
δέδμηνθʼ , οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
25.25ῥυόμεθʼ ἐνδυκέως , τριπόλοις σπόρον ἐν νειοῖσιν
ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως .
οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι ,
ἐς ληνοὺς δʼ ἱκνεῦνται , ἐπὴν θέρος ὥριον ἔλθῃ .
πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο ,
25.30πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι ,
μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης ,
ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ ,
ἣ δίκη οἰκήων , οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ .
ἀλλὰ σύ πέρ μοι ἔνισπε , τό τοι καὶ κέρδιον αὐτῷ
25.35ἔσσεται , οὗτινος ὧδε κεχρημένος εἰλήλουθας ,
ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου
δίζεαι , οἵ οἱ ἔασιν . ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
ἀτρεκέως εἴποιμʼ , ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν ,
25.40οἷόν τοι μέγα εἶδος ἐπιπρέπει . ἦ ῥά νυ παῖδες
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι .
Τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός .
Ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
εἰσιδέειν · τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ .
εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
25.20
25.25
25.30
25.35
25.40
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.1 | Theoc. Id. 25.25 (English) | >>Theoc. Id. 25.55 |