Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.250 Theoc. Id. 25.275 (English) >>Theoc. Id. 26.1

25.265ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·
ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας
ἐξόπιθεν, μὴ σάρκας ἀποδρύψῃ ὀνύχεσσι,
πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον
οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον,
25.270μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας
ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν ᾍδης.
καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν
θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,
ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ
25.275τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ
ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι
αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν
ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
25.280οὗτός τοι Νεμέου γένετʼ φίλε θηρὸς ὄλεθρος,
πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.250 Theoc. Id. 25.275 (English) >>Theoc. Id. 26.1

Powered by PhiloLogic