Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.1 Theoc. Id. 25.35 (English) >>Theoc. Id. 25.60

25.25ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο,
25.30πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,
μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,
ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.
ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
25.35ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας,
ἠὲ σύγʼ Αὐγείην καὶ δμώων τινὰ κείνου
δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
25.40οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ῥά νυ παῖδες
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.
Τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.
Ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
εἰ δʼ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
25.46δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,
ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,
κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.1 Theoc. Id. 25.35 (English) >>Theoc. Id. 25.60

Powered by PhiloLogic