Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.20 | Theoc. Id. 25.50 (English) | >>Theoc. Id. 25.75 |
25.40οἷόν τοι μέγα εἶδος ἐπιπρέπει . ἦ ῥά νυ παῖδες
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι .
Τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός .
Ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
εἰσιδέειν · τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ .
εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
25.46δήμου κηδόμενος , διὰ δὲ κρίνουσι θέμιστας ,
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας ,
ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης ,
ᾧ κε τὸ μὲν εἴποιμι , τὸ δʼ ἐκ φαμένοιο πυθοίμην .
25.50ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν .
Τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς ·
Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις ,
ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται .
ὧδε γὰρ Αὐγείης , υἱὸς φίλος Ἠελίοιο ,
25.55σφωιτέρῳ σὺν παιδί , βίῃ Φυλῆος ἀγαυοῦ ,
χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος , ἤμασι πολλοῖς
κτῆσιν ἐποψόμενος , ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν ·
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος .
25.60ἀλλʼ ἴομεν μάλα πρός μιν · ἐγὼ δέ τοι ἡγεμονεύσω
αὖλιν ἐφʼ ἡμετέρην , ἵνα κεν τέτμοιμεν ἄνακτα .
ὣς εἰπὼν ἡγεῖτο , νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα ,
δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην ,
ὁππόθεν ὁ ξεῖνος · μεμόνει δέ μιν αἰὲν ἔρεσθαι ·
25.46
25.50
25.55
25.60
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.20 | Theoc. Id. 25.50 (English) | >>Theoc. Id. 25.75 |