Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.20 Theoc. Id. 25.50 (English) >>Theoc. Id. 25.75

25.40οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ῥά νυ παῖδες
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.
Τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.
Ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
εἰ δʼ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
25.46δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,
ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,
κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην.
25.50ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.
Τὸν δʼ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς·
Ἀθανάτων ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις,
ὥς τοι πᾶν θέλεις αἶψα χρέος ἐκτετέλεσται.
ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,
25.55σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,
χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς
κτῆσιν ἐποψόμενος, οἱ νήριθμος ἐπʼ ἀγρῶν·
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
25.60ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω
αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.
ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα,
δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
ὁππόθεν ξεῖνος· μεμόνει δέ μιν αἰὲν ἔρεσθαι·


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.20 Theoc. Id. 25.50 (English) >>Theoc. Id. 25.75

Powered by PhiloLogic