Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.25 | Theoc. Id. 25.55 (English) | >>Theoc. Id. 25.85 |
25.46δήμου κηδόμενος , διὰ δὲ κρίνουσι θέμιστας ,
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας ,
ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης ,
ᾧ κε τὸ μὲν εἴποιμι , τὸ δʼ ἐκ φαμένοιο πυθοίμην .
25.50ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν .
Τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς ·
Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις ,
ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται .
ὧδε γὰρ Αὐγείης , υἱὸς φίλος Ἠελίοιο ,
25.55σφωιτέρῳ σὺν παιδί , βίῃ Φυλῆος ἀγαυοῦ ,
χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος , ἤμασι πολλοῖς
κτῆσιν ἐποψόμενος , ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν ·
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος .
25.60ἀλλʼ ἴομεν μάλα πρός μιν · ἐγὼ δέ τοι ἡγεμονεύσω
αὖλιν ἐφʼ ἡμετέρην , ἵνα κεν τέτμοιμεν ἄνακτα .
ὣς εἰπὼν ἡγεῖτο , νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα ,
δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην ,
ὁππόθεν ὁ ξεῖνος · μεμόνει δέ μιν αἰὲν ἔρεσθαι ·
25.65ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα ,
μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο ,
σπερχομένου · χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός .
τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν ,
ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν .
25.70θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος
Ἀμφιτρυωνιάδῃ Ἡρακλέι · τὸν δὲ γέροντα
ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν .
τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
φευγέμεν ἂψ ὀπίσω δειδίσσετο , τρηχὺ δὲ φωνῇ
25.50
25.55
25.60
25.65
25.70
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 25.25 | Theoc. Id. 25.55 (English) | >>Theoc. Id. 25.85 |